Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.1 Joseph. AJ 2.6 (English) >>Joseph. AJ 2.11

2.4

Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες. 2.5καὶ Ἡσαῦ μὲν οὗτοι παῖδες ἦσαν· Ἀλιφάζῃ δὲ γίνονται γνήσιοι πέντε Θημανὸς Ὄμερος Ὄφους Ἰόθαμος Καναζός· Ἀμαλῆκος γὰρ νόθος ἦν ἐκ παλλακῆς αὐτῷ γεγονὼς Θαμνάης ὄνομα. 2.6οὗτοι κατῴκησαν τῆς Ἰδουμαίας τὴν Γοβολῖτιν λεγομένην καὶ τὴν ἀπὸ Ἀμαλήκου κληθεῖσαν Ἀμαληκῖτιν· πολλὴ γὰρ γενομένη ποτὲ Ἰδουμαία τό τε πάσης αὐτῆς ἀπέσωζεν ὄνομα καὶ τοῖς μέρεσι τὰς ἀπὸ τῶν οἰκητόρων προσηγορίας διεφύλαξεν. 2.7

Ἰακώβῳ δὲ συνέβη παρελθεῖν εἰς εὐδαιμονίας μέγεθος, οἷον οὐκ ἄλλῳ τινὶ ῥᾳδίως· πλούτῳ τε γὰρ ὑπερέβαλλε τοὺς ἐπιχωρίους καὶ παίδων ἀρεταῖς ζηλωτὸς καὶ περίβλεπτος ἦν· οὐδενὸς γὰρ ὅλως ὑστέρουν, ἀλλὰ καὶ πρὸς ἔργα χειρῶν καὶ πόνων ὑπομονὴν ἦσαν εὔψυχοι καὶ δεινοὶ συνιέναι. 2.8τοσαύτην δʼ ἄρα τὸ θεῖον αὐτοῦ πρόνοιαν ἔσχε καὶ τῆς εὐδαιμονίας ἐπιμέλειαν, ὡς κἀκ τῶν λυπηρῶν αὐτῷ δοξάντων τὴν ὑπερβολὴν τῶν ἀγαθῶν παρασχεῖν καὶ ποιῆσαι τῆς ἀπʼ Αἰγύπτου τῶν ἡμετέρων προγόνων ἀναχωρήσεως αἴτιον αὐτόν τε καὶ τοὺς ἐξ αὐτοῦ γεγονότας ὑπὸ τοιαύτης αἰτίας·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.1 Joseph. AJ 2.6 (English) >>Joseph. AJ 2.11

Powered by PhiloLogic